Chambers: The Greek War of Independence (1821-1827)

This is the first part of the book of Charles Chambers which he wrote as a preparation for reading Thucydides. He described it as a text for beginners though intermediate would be a better description. I have now added a contents page and also a a map of Moldova and Wallachia in 1821 using the Ancient Greek names used by Chambers.. Updated: 4th September 2017.
Part One 1. The physical features of Greece.
mulberry-leaf
ἔστι μὲν ἡ Ἑλλὰς γῆ μικρὰ καὶ ὀρεινὴ (μόνη ’γὰρ ἡ Θεσσαλία, οὒκ ὀρεινή ἐστιν), ἔχει δὲ δύο μοίρας · ἐν μέσῳ γὰρ αὐτῶν ἐστὶν ὁ Κορίνθιος κόλπος, καὶ στενός ἐστιν ὁ ἰσθμός. καὶ ἤπειρος μέν ἐστιν ἡ πρὸς Βορέαν μοῖρα, χερσόνησος δὲ ἡ πρὸς μεσημβρίαν · καὶ οἱ μὲν παλαιοὶ ὀνομάζουσι τὴν χερσόνησον Πελοπόννησον · ὁ γὰρ Πέλοψ ἐκ τῆς Ἀσίας πάλαι ἀφικόμενος πρὸς ἀνθρώπους ἀπόρους, ὡς ’γράφει ὁ Θουκυδίδης ὁ Ὀλόρου ἐν τῇ ξυγγραφῇ τοῦ πολέμου τῶν τε Ἀθηναίων καὶ τῶν Πελοποννησίων, διὰ τὸν πλοῦτον τιμὴν μεγίστην ἐνταῦθα προσλαμβάνει. οἱ δὲ νῦν ἐπιχώριοι ὀνομάζουσιν αὐτὴν Μορέαν · ἡ γὰρ ἰδέα τῆς χώρας ὁμοία ἐστὶ τῷ φύλλῳ τῆς μορέας.
mulberry-leaf
μικροὶ δέ εἰσιν οἱ ποταμοὶ καὶ ἐν τῇ ἠπείρῳ καὶ ἐν τῇ Μορέᾳ πλὴν τοῦ Ἀχελῴου, ἐν δὲ τῇ χειμερινῇ ὥρᾳ διὰ τὸν ὑετὸν οὐ ῥᾳδίως διαβατοί · ὁ δὲ Ἀχελῷος οὐκ ἔστι μικρὸς καὶ τὰς πηγὰς ἔχει ἐν τοῖς λόφοις τῆς Ἀλβανίας καὶ ἐσπίπτει ἐς τὸν κόλπον τὸν Ἰόνιον καταντικρὺ τῆς Κεφαλληνίας.
Acheloos
bad road
mou_stream
φέρουσι δὲ ὁδοὶ διὰ τῶν λόφων ἐς τὴν μεσόγειαν ἀλλὰ φαῦλαί εἰσι καὶ χαλεπαί · ἔνεισι γὰρ ἐν τῇ χώρᾳ χαράδραι οὐκ ὀλίγαι, ὥστε οὐ ῥᾳδία ἐστὶν ἡ ἐπιμειξία τοῖς ἐν τῇ μεσογείᾳ καὶ τοῖς παραθαλασσίοις.
καὶ προσέτι νῆσοι εἰσὶν οὐκ ὀλίγαι μεταξὺ τῆς τε Εὐρώπης καὶ τῆς Ἀσίας. καὶ τῶν νήσων μεγίστη ἐστὶν ἡ Εὔβοια, ἐγγὺς τῆς Ἀττικῆς κειμένη, τῶν δὲ ἄλλων ὀνομαστόταταί εἰσιν ἤ τε Σάμος καὶ ἡ Χίος καὶ ἡ Λέσβος
2. The inhabitants of Modern Greece.
κατὰ δὲ τὴν ἀρχὴν τοῦ πολέμου τοῦδε νέμουσι τὴν χώραν οἵ τε Τοῦρκοι (κύριοι γάρ εἰσι τῆς γῆς) καὶ οἱ ἀπόγονοι τῶν παλαιῶν Πελοποννησίων καὶ ξύμμεικτος ὄχλος τῶν ἐποίκων · καὶ οἱ πλεῖστοι τῶν ἐποίκων Ἀλβάνιοί εἰσι καὶ οἱ μὲν φίλοι εἰσὶ τῷ Ἑλληνικῷ δήμῳ, οἱ δὲ ξύμμαχοί εἰσι τῶν Τούρκων.
τοῦ πολέμου τοῦδε=τούτου τοῦ πολέμου
τῶν δὲ ἄλλων ἐπιχωρίων οἱ μὲν τὴν δίαιταν ἄγουσιν ἐν τῇ μεσογείᾳ κατὰ κώμας ἀτειχίστους καὶ γεωργοί εἰσι καὶ τὰ πρόβατα τρέφουσιν ἐν τοῖς λόφοις. οἱ δὲ κάτω θαλάσσιοί εἰσι καὶ ἔμποροι καὶ ἐκ τῆς θαλάσσης τὸν πλεῖστον τοῦ βίον λαμβάνουσιν, ὅθεν καὶ πλοῦτον οὐκ ὀλίγον ἔχουσι · καὶ ἡ παραθαλάσσιος πολυάνθρωπός ἐστι ναυτικῷ ὄχλῳ
wantofness
onesheep
οἱ δὲ γεωργοὶ οἱ ἐν τῇ μεσογείᾳ ἄποροί εἰσιν’ · ἀναγκάζουσι γὰρ αὐτοὺς οἱ Τοῦρκοι τούς τε ἄλλους φόρους φέρειν καὶ τὴν δεκάτην τῶν ὡραίων, ὥστε οὐκ ὀλίγοι διὰ τὴν ἀπορίαν τῶν ἀναγκαίων λείπουσι τὰς κώμας καὶ ἀνόμως ἐν τοῖς λόφοις δι’ ἁρπαγῆς ἔχουσι τὴν τροφὴν ὥσπερ κλεπταί · ἁρπάζουσι γὰρ οὐ μόνον τὰ τῶν Τούρκων ἀλλὰ καὶ τὰ τῶν πρὶν φίλων. καὶ οὗ δεινός ἐστιν αὐτοῖς ὁ κίνδυνος οὐδὲ ὁ θάνατος. οὕτω δὴ πεῖραν, λαμβάνουσι τοῦ πολέμου. .

Highwayman
harvest
3. The causes of the war.
wise
subordinate
wise
subordinate
καὶ δύο αἰτίαι αἵδε μάλιστα αἰεὶ προάγουσι τοὺς ὑπηκόους ἐς τὸν πόλεμον ἥ τε ἐπιθυμία τῆς ἐλευθερίας καὶ ἦ τιμωρία τῶν ἀδικιῶν. τὴν γοῦν ἐπιθυμίαν τῆς ἐλευθερίας ἔχουσιν οἵ τε Πελοποννήσιοι καὶ οἱ νησιῶται καὶ ἤδη πρόθυμοί εἰσιν ὅπλα λαμβάνειν καὶ πρὸς τοὺς δεσπότας κινδυνεύειν διὰ τάδε · πρῶτον μὲν ἐν ὀλιγωρίᾳ ἔχουσι τοὺς Τούρκους καὶ νομίζουσιν ὅτι αὐτοὶ μὲν ξυνετοί εἰσι καὶ ἀνδρεῖοι καὶ ὅσιοι, τοὺς δὲ δεσπότας ἔχουσιν ἀξυνέτους καὶ ἀνάνδρους καὶ θεοῖς ἐχθρούς’ ἀλλ’ οὐ προσήκει τοῖς ἇξυνὲτοις ἄρχειν οὐδὲ τοῖς ξυνετοῖς ὑπακούειν, οὐδὲ ἄξιοι οἱ ἄτολμοί εἰσι δεσπόται εἶναι τῶν τολμηρῶν.
αἵδε =αὗται
contempt
piracy
judge
coward
ἔπειτα ἄνομα μὲν καὶ ἄδικα αἰεὶ πάσχουσιν ὑπὸ τῶν Τούρκων, ἀδικούμενοι δὲ οὐχ οἷοί τ’ εἰσὶ δίκην λαμβάνειν παρὰ τῶν αἰτίων, ἀλλ’ ἀνάγκη ἐστὶ τὴν ἀδικίαν ὑπομένειν · καὶ γὰρ τοῖς κριταῖς οὐδὲν μέλει οὔτε τῶν νόμων οὔτε τοῦ δικαίου, ἀλλὰ μετὰ δώρων τὰς δίκας κρίνουσιν. ἀτιμώρητοι οὖν ἔτι πάσχουσιν οἱ ὑπήκοοι ἀλλ’ οὐκ ἀνέλπιστοί εἰσι τῆς τιμωρίας· ἔμπειροι μὲν ’γὰρ τῆς λῃστείας εἰσὶν οἱ ναῦται, ἔμπειροι δὲ τῶν ὅπλων καὶ τῶν μαχῶν οἱ κλεπταὶ οἱ ἐν τοῖς λόφοις· καὶ προσέτι νομίζουσιν ὅτι οἱ Ῥῶσσοι μέλλουσι βοήθειαν αὐτοῖς παρέχειν. οὕτω μὲν δὴ ἐν παρασκευῇ εἶσι τοῦ πολέμου οἵ τε νησιῶται καὶ οἱ ἠπειρῶται.
οἷοί τ’ εἰσὶ=δύνανται
ἀνέλπιστος=ἄνευ ἐλπίδος
προσέτι= πρὸς δὲ ἔτι
judge
experiance
betray
ἄξιος δὲ μνήμης ἐστὶν ὁ πόλεμος ὅδε· καὶ γὰρ ξυμβαίνουσιν ἐν αὐτῷ καὶ ναυμαχίαι καὶ πεζομαχίαι καὶ προδοσίαι καὶ ξυμφοραὶ παντοῖαι καὶ ἔργα ἀξιόλογα · ὧν τὰ, μὲν τὴν μεγίστην αἰσχύνην φέρει τοῖς τε Τούρκοις καὶ τοῖς ὑπηκόοις, ἐκ δὲ τῶν καὶ ἀθάνατον δόξαν λαμβάνουσιν ἑκάτεροι.
4. The Philike Hetairia.
ἐνῆσαν δὲ κατὰ τὸν χρόνον τόνδε ἐν τῇ Ὀδησσῷ, Ῥωσσικῷ ἐμπορίῳ, ἔμποροι Ἑλληνικαὶ οὐκ ὀλίγοι καὶ ἐν τῷ Βυζαντίῳ καὶ ἐν ἄλλοις χωρίοις τοῖς παρὰ τὸν Εὔξεινον πόντον· καὶ ἐκ τῆς ἐμπορίας πλούσιοι ἦσαν καὶ οὐκ ἀδύνατοι. καὶ ξυνωμόται γενόμενοι (χαλεπῶς γὰρ ἔφερον τὴν τῶν Τούρκων ἀρχὴν) ἀποστόλους λάθρᾳ ἔπεμπον ἐς τὴν Πελοπόννησον καὶ ἄλλοσε, καὶ ὅσους ἔπειθον ξυνάγουσιν ἐς τὴν ξυνωμοσίαν, ὥστε μετέχουσιν αὐτῆς οὐ μόνον οἱ κατ’ ἤπειρον ἀλλὰ καὶ οἱ πλεῖστοι τῶν ἀξιολόγων πολιτῶν καὶ ἐν τῇ Μορέᾳ καὶ ἐν ταῖς νήσοις · καὶ τοὺς ἐν τῇ ξυνωμοσίᾳ ὀνομάζουσι τὴν Φιλικὴν Ἑταιρίαν.
ἀπόστολος=ἄγγελος
covert
kill
sultan
τῶν δ’ ”Εταιριστῶν οἱ μὲν τότε ἐβούλευον ὅτι οὐκέτι χρὴ διατρίβειν, ἀλλὰ εὐθὺς τὸ μὲν Βυζάντιον κατακαίειν καὶ τὸν Σουλτάνον κτείνειν, τὴν δὲ ἐλευθερίαν καὶ τὴν παλαιὰν ἀρχὴν τῷ “Ελληνικῷ δήμῳ ἀναλαμβάνειν. τοῖς δ’ αὖ προστάταις τῆς ξυνωμοσίας μᾶλλον ἦν ’γνώμη πρῶτον μὲν τοὺς ἐν τῇ Μολδοβλαχιά ἐξάγειν ἐς τὸν πόλεμον, ἔπειτα καὶ τοὺς ἐν τῇ Πελοποννήσῳ.
border
ἔστι δ’ ἡ Μολδοβλαχία ὅμορος τῇ τε “Ρωσσία καὶ τῇ Αύστρίᾳ καὶ τῇ Βουλγαρίᾳ, καὶ ὁρίζει μὲν αὐτὴν πρὸς τὴν μεσημβρίαν ὁ Ἴστρος ποταμός, ὁρίζει δὲ πρὸς Βορέαν τὰ Καρπάθια. οἱ δὲ ἐπιχώριοι τῆς τε Μολδαυίας καὶ τῆς Βλαχίας ὑπήκοοι ἦσαν τῶν Τούρκων καὶ φόρον αὐτοῖς κατ’ ἐνιαυτὸν ἔφερον, ἀλλ’ οὐκ ἐνῆσαν ἐν τῇ χώρᾳ στρατιῶται Τουρκικοὶ πλὴν ὀλίγων, (οὐ ’γὰρ νόμιμον ἦν κατὰ τὰς ξυνθήκας,) ἀλλὰ διέπεμπεν ὁ Σουλτάνος ὑπάρχους Χριστιανοὺς, καὶ φρουροὺς Ἑλληνικοὺς καὶ Ἀλβανίους, καὶ δι’ αὐτῶν ἄρχουσι τῆς ’γῆς οἱ Τοῦρκοι.
border
obtain
οἱ δ’ οὖν Μολδοβλάχιοι ἑτοῖμοι ἦσαν (οὕτω ’γὰρ ἐμάνθανον παρὰ τῶν ἀγγέλων οἱ ξυνωμόται) ὅπλα λαμβάνειν καὶ ὑπὲρ τῆς ἐλευθερίας κινδυνεύειν. κρύφα οὖν ἐπόριζον οἱ Ἑταιρισταὶ τό τε ἀργύριον καὶ τὰ ὅπλα πρὸς τὸν πόλεμον καὶ ἐκέλευον τοὺς φίλους τοὺς ἐν τῇ Μολδοβλαχίᾳ ἁθροίζειν στρατιώτας καὶ τὰ ἄλλα παρασκευάζειν. καὶ μάλιστα ἔπρασσον πρὸς τὸν Θεόδωρον καὶ τὸν Γεωργάκην καὶ τὸν Καραβιᾶν· ὅμως δὲ διὰ προδοτῶν ἔμαθον οἱ Τοῦρκοι τὰ περὶ τῆς ξυνωμοσίας.
5. Hypsilantes crosses the Pruth, 6th March, 1821.
Upselantes
καὶ ἐπειδὴ ἦλθεν ἡ ἀγγελία ὅτι πάντα τὰ ἐν τῇ Μολδοβλαχίᾳ. ἑτοῖμα αὐτοῖς ἐστὶ, τὸν Ὑψιλάντην στρατηγὸν προστάξαντες οἱ Ἑταιρισταὶ ἤγγελλον τῷ Γεωργάκῃ καὶ τοῖς ἄλλοις ὅτι χρὴ πάντας ὅσοι μέτοχοί εἰσι τῆς ξυνωμοσίας εὐθὺς ἐν ὅπλοις παρεῖναι. ἦν δ’ ὁ Ὑψιλάντης υἱὸς τοῦ πρὶν ὑπάρχου τῆς Μολδοβλαχίας ὃς ὑπὸ τῶν Τούρκων ἐπὶ προδοσίᾳ, ἀπέθανε, καὶ στρατιώτης μὲν ἀνδρεῖος ἦν καὶ τολμηρὸς ἐν μάχῃ, ἐν δὲ στρατηγίᾳ ἄτολμος καὶ ἄπειρος.
Back to Ancient Greek Language Links

Musta (from Polyaenus: Stratagems) A short extract but also with vocabulary help.