Μύστα γυνὴ Σελεύκου τοῦ Καλλινίκου κληθέντος περὶ Ἄγκυραν ὑπὸ Γαλατῶν ἡττηθέντος, ὑπὸ τῶν πολεμίων ἁλοῦσα, τὴν βασιλικὴν ἐσθῆτα μεταμφιασαμένη, θεραπαινίδος ἀθλιωτάτης ῥάκια λαβοῦσα ἐν τοῖς αἰχμαλώτοις ἐπράθη. ἀχθεῖσα δὲ, είς Ῥόδον μετὰ ἄλλων ἀνδραπόδων ἐξηγόρευσεν ἥτις ἦν. Ῥόδιοι τῷ πριαμένῳ τὸ ἀργύριον ἀποδόντες λαμπρῶς κομίσαντες ἐς Ἀντιόχειαν ἐξέπεμψαν.